Parmenidean Fragments, 7

Parmenides  edited by Hermann Diels

« Parm. Frag. 6 | Parm. Frag. 7 | Parm. Frag. 8 | About This Work »

7οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ἐόντα·

ἀλλὰ σὺ τῆσδ᾽ ἀφ᾽ ὁδοῦ διζήσιος εἶργε νόημα.

μηδέ σ᾽ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,

νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν

καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον

ἐξ ἐμέθεν ῥηθέντα.

« Parm. Frag. 6 | Parm. Frag. 7 | Parm. Frag. 8 | About This Work »